Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.133 Dem. 23.136 (English) >>Dem. 23.139

23.134ὡς ἐπιβουλεύοντι μὴ ἐπιτρέπειν αὐτῷ, εἰ δὲ λέληθεν αὐτόν, ὅσῳ μᾶλλον εὔνουν τις αὐτὸν ὑπείληφεν εἶναι, τοσούτῳ μᾶλλον προϊδέσθαι καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ ἐκείνου. ἔστι γὰρ φίλων ἀγαθῶν οὐ τὰ τοιαῦτα χαρίζεσθαι τοῖς εὔνοις, ἐξ ὧν κἀκείνοις καὶ σφίσιν αὐτοῖς ἔσται τις βλάβη, ἀλλʼ μὲν ἂν μέλλῃ συνοίσειν ἀμφοῖν, συμπράττειν, δʼ ἂν αὐτὸς ἄμεινον ἐκείνου προορᾷ, πρὸς τὸ καλῶς ἔχον τίθεσθαι καὶ μὴ τὴν ἤδη χάριν τοῦ μετὰ ταῦτα χρόνου παντὸς περὶ πλείονος ἡγεῖσθαι. 23.135οὐ τοίνυν οὐδʼ ἐκεῖνο λογιζόμενος δύναμαι κατιδεῖν, ὡς, εἰ καὶ βάρβαρος καὶ ἄπιστος Κερσοβλέπτης, ὅμως προνοηθείη γʼ ἂν μὴ τὰ τηλικαῦτʼ ἀδικῆσαι Χαρίδημον. ὅταν γὰρ πάλιν ἐξετάσω ἡλίκων Κότυς Ἰφικράτην ἀποστερήσειν μέλλων οὐδὲν ἐφρόντισεν, παντελῶς τούτῳ γʼ οὐδὲν ἂν ἡγοῦμαι μελῆσαι τῶν ἀπολουμένων Χαριδήμῳ. 23.136 μέν γʼ ἐκεῖνον τιμάς, σίτησιν, εἰκόνας, πατρίδʼ ζηλωτὸν αὐτὸν ἐποίησεν, ὀλίγου δέω λέγειν πάνθʼ ὧν ἄνευ ζῆν οὐκ ἄξιον ἦν Ἰφικράτει, νομίζων ἀποστερήσειν οὐκ ἐπεστράφη· οὗτος δʼ ὡς ἀληθῶς τίνος ἂν καὶ λόγον σχοίη μὴ τίνος Χαρίδημον ἀποστερήσῃ; οὐδʼ ὁτιοῦν ἐστι γὰρ παρʼ ὑμῖν αὐτῷ, οὐ παῖδες, οὐκ εἰκών, οὐ συγγενεῖς, οὐκ ἄλλʼ οὐδέν. 23.137καὶ μὴν εἰ μήτε φύσει πιστὸς Κερσοβλέπτης, ἔκ τε τῶν γεγενημένων πρότερον δικαίως ἄπιστος, μηδέν τε τοιοῦτον ὑπάρχει τοῖς πράγμασιν διʼ κἂν παρὰ γνώμην καὶ φύσιν προνοηθείη τι τοῦ Χαριδήμου, τίνος εἵνεχʼ ἁπλῶς καὶ κομιδῇ τετυφωμένως οὕτως, βούλεται διαπράξασθαι, συλλάβωμεν αὐτῷ, καὶ ταῦτʼ ἐφʼ ἡμῖν ὄντα; ἐγὼ μὲν οὐχ ὁρῶ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.133 Dem. 23.136 (English) >>Dem. 23.139

Powered by PhiloLogic